Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 29
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 29.3-3
Not analysed yet
τῶν γὰρ ἀδελφῶν ἁπάντων χειροτονίας ἕνεκεν τῆς τοῦ μέλλοντος διαδέξασθαι τὴν ἐπισκοπὴν ἐπὶ τῆς ἐκκλησίας συγκεκροτημένων, πλείστων τε ἐπιφανῶν καὶ ἐνδόξων ἀνδρῶν τοῖς πολλοῖς ἐν ὑπονοίᾳ ὑπαρχόντων, ὁ Φαβιανὸς παρὼν οὐδενὸς μὲν ἀνθρώπων εἰς διάνοιαν ᾔει, ὅμως δ’ οὖν ἀθρόως ἐκ μετεώρου περι- στερὰν καταπτᾶσαν ἐπικαθεσθῆναι τῇ αὐτοῦ κεφαλῇ μνημονεύουσι, μίμημα ἐνδεικνυμένην τῆς ἐπὶ τὸν σωτῆρα τοῦ ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς καθόδου.