Ancient Greek · ~3 min
ΛΟΓΟΣ Α., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.19
Not analysed yet
τῆς δ’ εἰς αὐτὸν γενομένης ἀσωμάτου καὶ ἐνθέου χρίσεως μέγα καὶ ἐναρλὲς τεκμήριον τὸ μόνον αὐτὸν ἐξ ἁπάντων τῶν πώποτε εἰσέτι καὶ νῦν παρὰ πᾶσιν ἀνθρώποις καθ’ ὅλου τοῦ κόσμου Χριστὸν ἐπιφημίζεσθαι ,ὁμολογεῖσθαί τε καὶ μαρτυρεῖσθαι πρὸς ἀπάντων ἐπὶ τῇ προσηγορίᾳ, παρά τε Ἓλλησι καὶ βαρβάροις μνημονεύεσθαι, καὶ εἰσέτι καὶ νῦν παρὰ τοῖς ἀνὰ τὴν οἰκουμένην αὐτοῦ θιασώταις τιμᾶσθαι μὲν ὡς βασιλέα, θαυμάζεσθαι δὲ ὑπὲρ προφήτην, δοξάζεσθαί τε ὡσὰν ἀληθῆ καὶ μόνον θεοῦ ἀρχιερέα, καὶ ἐπὶ πάσι τούτοις οἷα θεοῦ λόγον προόντα καὶ πρὸ αἰώνων ἀπάντων οὐσιωμένον, τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ πατρὸς ὑπειληφότα ,καὶ προσκυνεῖσθαι ὡσὰν θεόν.