Ancient Greek · ~5 min
3.15 to 3.18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.15-18
Not analysed yet
εἶθ’ ἑξῆς ὑποβὰς μετὰ τὴν ἔνθεον καὶ βασι- λικὴν δύναμιν τρίτῃ τάξει Χριστὸν αὐτὸν γεγονότα ἐλαίῳ, οὐ τῷ ἐξ ὕλης σωμάτων ,ἀλλὰ τῷ ἐνθέῳ τῆς ἀγαλλιάσεως ἠλειμμένον παρίστησι, παρὸ καὶ τὸ ἐξαίρετον αὐτοῦ καὶ πολὺ κρεῖττον καὶ διάφορον τῶν πάλαι διὰ τῶν εἰκόνων σωματικώτερον κεχρισμένων ὑποσημαίνει. καὶ ἀλλαχοῦ δὲ ὁ αὐτὸς ὧδέ πως τὰ περὶ αὐτοῦ δηλοῖ λέγων “εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,’ καὶ “ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται · σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” οὗτος δὲ εἰσάγεται ἐν τοῖς ἱεροῖς λόγοις ὁ Μελχισεδὲκ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου ,οὐκ ἐν σκευαστῷ τινι χρίσματι ἀναδεδειγμένος, ἀλλ’ οὐδὲ διαδοχῇ γένους προσήκων τῇ καθ’ Εβραίους ἱερωσύνῃ. διὸ κατὰ τὴν αὐτοῦ τάξιν, ἀλλ’ οὐ κατὰ τὴν τῶν ἄλλων σύμβολα καὶ τύπους ἀνειληφότων Χριστὸς καὶ ἱερεὺς μεθ’ ὅρκου παραλήψεως ὁ σωτὴρ ἡμῶν ἀνηγόρευται. ὅθεν οὐδὲ σωματικῶς παρὰ Ἰουδαίοις χρισθέντα αὐτὸν ἡ ἱστορία παραδίδωσιν, ἀλλ’ οὐδ’ ἐκ φυλῆς τῶν ἱερωμένων γενόμενον, ἐξ αὐτοῦ δὲ τοῦ θεοῦ πρὸ ἑωσφόρου μὲν, τουτέστι πρὸ τῆς τοῦ κόσμου συστάσεως οὐσιωμένον, ἀθάνατον δὲ καὶ ἀγήρω τὴν ἱερωσύνην εἰς τὸν ἄπειρον αἰῶνα διακατέχοντα.