Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.2-2
Not analysed yet
καὶ δῆτα ἀνὰ πάσας τὰς πόλεις τε καὶ κώμας ,πληθυούσης ἅλωνος δίκην, μυρίανδροι καὶ παμπληθεῖς ἀθρόως ἐκκλησίαι συνειστηκεσαν, οἴ τε ἐκ προγόνων διαδοχῆς καὶ τῆς ἀνέ- καθεν πλάνης παλαιᾷ νόσῳ δεισιδαιμονίας εἰδώλων τὰς ψυχὰς πεπεδημένοι, πρὸς τῆς τοῦ Χριστοῦ δυνάμεως διὰ τῆς τῶν φοιτητῶν αὐτοῦ διδασκαλίας τε ὁμοῦ καὶ παραδοξοποιίας ὥσπερ δεινῶν δεσποτῶν ἀπηλλαγμένοι, εἱργμῶν τε χαλεπωτάτων λύσιν εὑράμενοι, πάσης μὲν δαιμονικῆς κατέπτυον πολυθεΐας, ἕνα δὲ μόνον εἶναι θεὸν ὡμολόγουν τὸν τῶν συμπάντων δημιουργὸν, τοῦτόν τε αὐτὸν θεσμοῖς ἀληθοῦς εὐσεβείας δι᾿ ἐνθέου καὶ σώφρονος θρησκείας τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν τῷ τῶν ἀνθρώπων βίῳ κατασπαρείσης ἐγέραιρον.