Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.3-2
Not analysed yet
ἀλλὰ γὰρ τῆς χάριτος ἤδη τῆς θείας καὶ ἐπὶ τὰ λοιπὰ χεομένης ἔθνη, καὶ πρώτου μὲν κατὰ τὴν Παλαιστινῶν Καισάρειαν Κορνηλίου σὺν ὅλῳ τῷ οἴκῳ δι᾿ ἐπιφανείας θειοτέρας ὑπουργίας τε Πέτρου τὴν εἰς τὸν Χριστὸν πίστιν καταδεξαμένου, πλείστων τε καὶ ἄλλων ἐπ᾿ Ἀντιοχείας Ἑλλήνων, οἷς οἱ κατὰ τὸν Στεφάνου διωγμὸν διασπαρέντες ἐκήρυξαν, ἀνθούσης ἄρτι καὶ πληθυούσης τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας, ἐν ταὐτῷ τε ἐπιπαρόντων πλείστων ὅσων τῶν τε ἀπὸ Ἱεροσολύμων προφητῶν, καὶ σὺν αὐτοῖς Βαρνάβα καὶ Παύλου, ἑτέρου τε πλήθους ἐπὶ τούτοις ἀδελφῶν, ἡ Χριστιανῶν προσηγορία τότε πρῶτον αὐτόθι ὥσπερ ἀπ᾿ εὐθαλοῦς καὶ γονίμου πηγῆς ἀναδίδοται.