Ancient Greek · ~3 min
ΛΟΓΟΣ Α., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.6
Not analysed yet
σαφῶς δὲ καὶ οἶ μετὰ ταῦτα προφῆται ὀνομαστὶ τὸν Χριστὸν προαναφωνοῦσιν, ὁμοῦ τὴν μέλλουσαν ἔσεσθαι κατ’ αὐτοῦ συσκευὴν τοῦ Ἰουδαίων λαοῦ, ὁμοῦ δὲ καὶ τὴν τῶν ἐθνῶν δι’ αὐτοῦ κλῆσιν προμαρτυρόμενοι, τοτὲ μὲν ὧδέ πως Ἱερεμίας λέγων “πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος συνλήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἲπαμεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἒθνεσι, ”τοτὲ δὲ ἀμηχανῶν Δαβὶδ ,διὰ τούτων ‘ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἶ βασιλεῖς τῆς γῆς, καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ”οἷς ἑξῆς ἐπιλέγει ἐξ αὐτοῦ δὴ προσώπου τοῦ Χριστοῦ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς ”