Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.7
Not analysed yet
οὐ μόνους δὲ ἄρα τοὺς ἀρχιερω- σύνῃ τετιμημένους ,ἐλαίῳ σκευαστῷ τοῦ συμβόλου χριομένους ἕνεκα, τὸ τοῦ Χριστοῦ κατεκόσμει παρ’ Ἑβραίοις ὄνομα, ἀλλὰ καὶ τοὺς βασιλέας, οὓς καὶ αὐτοὺς νεύματι θείῳ προφῆται χρίοντες εἰκονικούς τινας Χριστοὺς ἀπειργάζοντο ,ὅτι δὴ καὶ αὐτοὶ τῆς τοὐ μόνου καὶ ἀληθοῦς Χριστοῦ τοῦ κατὰ πάντων ὢ βασιλεύοντος θείου λόγου βασιλικῆς καὶ ἀρχικῆς ἐξουσίας τοὺς τύπους δι’ ἑαυτῶν ἔφερον.