Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 30
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.1
Not analysed yet
[Nic. H. E. II, 44]. Ὁ μέντοι Κλήμης, οὗ τὰς φωνὰς ἀρτίως ἀνέγνωμεν, τοῖς προειρημένοις ἑξῆς διὰ τοὺς ἀθετοῦντας γάμον τοὺς τῶν ἀποστόλων ἐξετασθέντας ἐν συζυγίαις καταλέγει φάσκων “ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάσουσι. Πέτρος μὲν γὰρ “καὶ Φίλιππος ἐπαιδοποιήσαντο, Φίλιππος δὲ καὶ τὰς “θυγατέρας ἀνδράσιν ἐξέδωκε. καὶ ὅ γε Παῦλος οὐκ “ὀκνεῖ ἔν τινι ἐπιστολῇ τὴν αὑτοῦ προσαγορεῦσαι σύ- “ζυγον, ἣν οὐ περιεκόμιζε διὰ τὸ τῆς ὑπηρεσίας εὐ- “σταλές.”