Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 30
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.2
Not analysed yet
ἐπεὶ δὲ τούτων ἐμνήσθημεν, οὐ λυπεῖ καὶ ἄλλην ἀξιοδιήγητον ἱστορίαν τοῦ αὐτοῦ παραθέσθαι, ἣν ἐν τῷ ἑβδόμῳ στρωματεῖ τοῦτον ἱστορῶν ἀνέγραψε τὸν τρόπον “φασὶ γοῦν τὸν μακάριον Πέ- “τρον, θεασάμενον τὴν ἑαυτοῦ γυναῖκα ἀπαγομένην τὴν ἐπὶ θανάτῳ, ἡσθῆναι μὲν τῆς κλήσεως χάριν “καὶ καὶ τῆς ἐπ’ οἶκον ἀνακομιδῆς, ἐπιφωνῆσαι δὲ εὖ “μάλα προτρεπτικῶς καὶ παρακλητικῶς ἐξ ὀνόματος προσειπόντα ῾μέμνησο, ὦ αὕτη, τοῦ κυρίου. ᾿“τος ἦν ὁ τῶν μακαρίων γάμος καὶ ᾑ τῶν φιλτάτων “τελεία διάθεσις.” καὶ ταῦτα δ’ οἰκεῖα ὄντα τῇ μετὰ χεῖρας ὑποθέσει ἐνταῦθά μοι κατὰ καιρὸν κείσθω.