Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 30
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.13
Not analysed yet
ἐπιστάμεθα δὲ, ἀγαπητοὶ, ὅτι τὸν ἐπί- “σκοπον καὶ τὸ ἱερατεῖον ἅπαν παράδειγμα εἶναι δεῖ “τῷ πλήθει πάντων καλῶν ἔργον, καὶ οὐδὲ ἐκεῖνο “ἀγνοοῦμεν, ὅσοι ὑπὸ τοῦ συνεισάγειν ἑαυτοῖς γυ- “ναῖκας ἐξέπεσον, οἱ δ’ ὑπωπτεύθησαν· ὥστ’ εἰ “καὶ δοίη τις αὐτῷ τὸ μηδὲν ἀσελγὲς ποιεῖν, ἀλλὰ “τήν γε ὑπόνοιαν τὴν ἐκ τοῦ τοιούτου πράγματος “φυομένην ἐχρῆν εὐλαβηθῆναι, μή τινα σκανδαλίσῃ, “τοὺς δὲ καὶ μιμεῖσθαι προτρέψηται.