Ancient Greek · ~3 min
30.14 to 30.16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 30.14-16
Not analysed yet
πῶς γὰρ “ἂν ἐπιπλήξειεν ἢ νουθετήσειεν ἕτερον μὴ συγκατα- “βαίνειν ἐπὶ πλέον εἰς ταὐτὸν γυναικὶ, μὴ ὀλίσθῃ “φυλαττόμενον, ὡς γέγραπται, ὅστις μίαν μὲν ἀπέ “στησεν ἤδη, δύο δὲ ἀκμαζούσας καὶ εὐπρεπεῖς “ὄψιν ἔχει μεθ’ ἑαυτοῦ, κἂν ἀπίῃ που, συμπερι- “φέρει, καὶ ταῦτα τρυφῶν καὶ ὑπερεμπιμπλάμενος; “ὧν ἕνεκα στενάζουσι μὲν καὶ ὀδύρονται πάντες “καθ’ ἑαυτοὺς, οὕτω δὲ τὴν τυραννίδα καὶ δυνα- “στείαν αὐτοῦ πεφόβηνται ὥστε κατηγορεῖν μὴ τολ- “μᾶν. ἀλλὰ ταῦτα μὲν, ὡς προειρήκαμεν, ηὔθυ- “νεν ἄν τις τὸν ἄνδρα, τὸ γοῦν φρόνημα καθολικὸν “ἔχοντα καὶ συγκαταριθμούμενον ἡμῖν, τὸν δὲ ἐξορ- “χησάμενον τὸ μυστήριον καὶ ἐμπομπεύοντα τῇ μιαρᾷ “αἱρέσει τῇ Ἀρτεμᾶ (τί γὰρ οὐ χρὴ μόλις τὸν πατέρα ῾αὐτοῦ δηλῶσαι;) οὐδὲν δεῖν ἡγούμεθα τούτων τοὺς “λογισμοὺς ἀπαιτεῖν. “