Ancient Greek · ~4 min
32.1 to 32.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.1-3
Not analysed yet
[Nic. H. E. III, 16] Μετὰ Νέρωνα καὶ Δομετιανὸν, κατὰ τοῦτον οὗ νῦν τοὺς χρόνους ἐξε- τάζομεν, μερικῶς καὶ κατὰ πόλεις ἐξ ἐπαναστάσεως δήμων τὸν καθ’ ἡμῶν κατέχει λόγος ἀνακινηθῆναι διωγμὸν, ἐν ᾧ Συμεῶνα τὸν τοῦ Κλωπᾶ, ὃν δεύτερον καταστῆναι τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐπίσκοπον ἐδηλώσαμεν, μαρτυρίῳ τὸν βίον ἀναλῦσαι παρειλήφαμεν. καὶ τούτου μάρτυς αὐτὸς ἐκεῖνος, οὗ διαφόροις ἤδη πρότερον ἐχρησάμεθα φωναῖς, Ἡγήσιππος· ὃς δὴ περί τινων αἱρετικῶν ἱστορῶν ἐπιφέρει δηλῶν ὡς ἄρα ὑπὸ τούτων κατὰ τόνδε τὸν χρόνον ὑπομείνας κατηγορίαν, πολυτρόπως ὁ δηλούμενος ὡσὰν Χριστιανὸς ἐπὶ πλείσταις αἰκισθεὶς ἡμέραις, αὐτόν τε τὸν δικαστὴν καὶ τοὺς ἀμφ᾿ αὐτὸν εἰς τὰ μέγιστα καταπλήξας, τῷ τοῦ κυρίου πάθει παραπλήσιον τὸ τέλος ἀπηνέγκατο. οὐδὲν δὲ οἷον καὶ τοῦ συγγραφέως ἐπακοῦσαι, αὐτὰ δὴ ταῦτα κατὰ λέξι ὧδέ πως ἱστοροῦντος “ἀπὸ τούτων δηλαδὴ τῶν αἱρε- “τικῶν κατηγοροῦσί τινες Συμεῶνος τοῦ Κλωπᾶ, ὡς “ὄντος ἀπὸ Δαβὶδ καὶ Χριστιανοῦ, καὶ οὕτω μαρτυ- “ρεῖ ἐτῶν ὢν ἑκατὸν εἴκοσιν, ἐπὶ Τραϊανοῦ Καίσα- “ρος καὶ ὑπατικοῦ Ἀττικοῦ.”