Ancient Greek
ΛΟΓΟΣ Γ., Chapter 32
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 32.4
Not analysed yet
φησὶ δὲ ὁ αὐτὸς ὡς ἄρα καὶ τοὺς κατηγόρους αὐτοῦ, ζητουμένων τότε τῶν ἀπὸ τῆς βασιλικῆς Ἰουδαίων φυλῆς, ὡσὰν ἐξ αὐτῆς ὄντας ἁλῶναι συνέβη. λογισμῷ δ᾿ ἂν καὶ τὸν Συμεῶνα τῶν αὐτοπτῶν καὶ αὐτηκόων εἴποι ἄν τις γεγονέναι τοῦ κυρίου, τεκμηρίῳ τῷ μήκει τοῦ χρό- νου τῆς αὐτοῦ ζωῆς χρώμενος, καὶ τῷ μνημονεύειν τὴν τῶν εὐαγγελίων γραφὴν Μάριας τῆς τοῦ Κλωπᾶ, οὗ γεγονέναι αὐτὸν καὶ πρότερον ὁ λόγος ἐδήλωσεν.