Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 33
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 33.1
Not analysed yet
[Nic. H. E. IIl, 17] Τοσοῦτός γε μὴν ἐν πλείοσι τόποις ὁ καθ’ ἡμῶν ἐπετάθη τότε διωγμὸς, ὡς Πλίνιον Σεκοῦνδον ἐπισημότατον ἡγεμόνων ἡγεμόνων, ἐπὶ τῷ πλήθει τῶν μαρτύρων κινηθέντα, βασιλεῖ κοινωσασθαι περὶ τοῦ πλήθους τῶν ὑπὲρ τῆς πίστεως ἀναιρουμένων, ἅμα δ’ ἐν ταὐτῷ μηνῦσαι, μηδὲν ἀνόσιον μηδὲ παρὰ τοὺς νόμους πράττειν αὐτοὺς κατειληφέναι, πλὴν τό γε ἅμα τῇ ἕῳ διεγειρομένους τὸν Χριστὸν θεοῦ δίκην ὑμνεῖν, τὸ δὲ μοιχεύειν καὶ φονεύειν καὶ τὰ συγγενῆ τούτοις ἀθέμιτα πλημμελήματα καὶ αὐτοὺς ἀπαγορεύειν, πάντα τε πράττειν ἀκολούθως τοῖς νόμοις.