Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 33
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 33.2
Not analysed yet
πρὸς ἃ τὸν Τραϊανὸν δόγμα τοιόνδε τεθεικέναι, τὸ Χριστιανῶν φῦλον μὴ ἐκζητεῖσθαι μὲν, ἐμπεσὸν δὲ κολάζεσθαι· οὗ γενομένου ποσῶς μὲν τοῦ διωγμοῦ σβεσθῆναι τὴν ἀπειλὴν σφοδρότατα ἐγκειμένου, οὐ χείρονάς γε μὴν τοῖς κακουργεῖν περὶ ἡμᾶς ἐθέλουσι λείπεσθαι προφάσεις, ἔσθ’ ὅπη μὲν τῶν δήμων, ἔσθ’ ὅπη δὲ καὶ τῶν κατὰ χώρας ἀρχόντων τὰς καθ’ ἡμῶν συσκευαζομένων ἐπιβουλὰς, ὡς καὶ ἄνευ προφανῶν διωγμῶν μερικοὺς κατ’ ἐπαρχίαν ἐξάπτεσθαι, πλείους τε τῶν πιστῶν διαφόροις ἐναγωνίζεσθαι μαρτυρίοις.