Ancient Greek · ~3 min
ΛΟΓΟΣ Γ., Chapter 33
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 33.3
Not analysed yet
εἴληπται δ ἡμίν ἡ ἱστορία ἐξ ἧς ἀνωτέρω δεδηλώκαμεν τοῦ Τερτυλλιανοῦ ‘Ρωμαϊκῆς ἀπολογίας, ἧς ἡ ἑρμηνεία τοῦτον ἔχει τὸν τρόπον “καίτοι ηὑρήκαμεν καὶ τὴν εἰς “ἡμᾶς ἐπιζήτησιν κεκωλυμένην. Πλίνιος γὰρ Σε- “κοῦνδος ἡγούμενος ἐπαρχίου, κατακρίνας Χριστια- “νούς τινας καὶ τῆς ἀξίας ἐκβαλὼν, ταραχθεὶς τῷ “πλήθει ἠγνόει τί αὐτῷ λοιπὸν εἴη πρακτέον. Τραϊ- “ανῷ οὖν τῷ βασιλεῖ ἀνεκοινώσατο λέγων ἔξω τοῦ “μὴ βούλεσθαι αὐτοὺς εἰδωλολατρεῖν οὐδὲν ἀνόσιον ‘ἐν αὐτοῖς ηὑρηκέναι. ἐμήνυε δὲ καὶ τοῦτο, ἀνίστα- “σθαι ἔωθεν τοὺς Χριστιανοὺς καὶ τὸν Χριστὸν “θεοῦ δίκην ὑμνεῖν, καὶ πρὸς τὸ τὴν ἐπιστήμην αὐ- “τῶν διαφυλάσσειν κωλύεσθαι φονεύειν, μοιχεύειν, “πλεονεκτεῖν, ἀποστερεῖν καὶ τὰ τούτοις ὅμοια. πρὸς “ταῦτα ἀντέγραψε Τραϊανὸς τὸ τῶν Χριστιανῶν φῦ- “λον μὴ ἐκζητεῖσθαι μὲν, ἐμπεσὸν δὲ κολάζεσθαι.” καὶ ταῦτα μὲν ἐν τούτοις ἠν.