Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 36
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 36.10
Not analysed yet
καὶ ταῦτα μὲν ἀπὸ τῆς δηλωθείσης πόλεως ταῖς καταλεχθείσαις ἐκκλησίαις διετυπώσατο. ἤδη δ’ ἐπέκεινα τῆς Σμύρνης γενόμενος ἀπὸ Τρωάδος τοῖς τε ἐν Φιλαδελφείᾳ αὖθις διὰ γραφῆς ὁμιλεῖ καὶ τῇ Σμυρναίων ἐκκλησίᾳ, ἰδίως τε τῷ ταύτης προηγουμένῳ Πολυκάρπῳ, ὃν οἶα δὴ ἀποστολικὸν ἄνδρα εὖ μάλα γνωρίζων ,τὴν κατ’ Ἀντιόχειαν αὐτῷ ποίμνην ὡσὰν γνήσιος καὶ ἀγαθὸς ποιμὴν παρατίθεται, τὴν περὶ αὐτῆς φροντίδα διὰ σπουδῆς ἔχειν αὐτὸν ἀξιῶν.