Ancient Greek · ~3 min
36.11 to 36.12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 36.11-12
Not analysed yet
ὁ δ’ αὐτὸς Σμυρναίοις γράφων οὐκ οἶδ’ ὁπόθεν ῥητοῖς συγκέχρηται, τοιαῦτά τινα περὶ τοῦ Χριστοῦ διεξιών “ἐγὼ δὲ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα. καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἐλήλυθεν, ἔφη αὐτοῖς ,λάβετε, ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι οὐκ εἰμὶ δαιμόνιον ἀσώματον· καὶ εὐθὺς αὐτοῦ ἥψαντο καὶ ἐπίστευσαν.’’ οἶδε δὲ αὐτοῦ τὸ μαρτύριον καὶ ὁ Εἰρήναιος ,καὶ τῶν ἐπιστολῶν αὐτοῦ μνημονεύει λέγων οὕτως “ὡς εἶπέ τις τῶν ἡμετέρων διὰ τὴν πρὸς θεὸν μαρτυρίαν κατα- “κριθεὶς πρὸς θηρία, ὅτι σῖτός εἰμι θεοῦ, καὶ δι᾿ ‘ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος εὑ- “ρεθῶ.”