Ancient Greek · ~3 min
ΛΟΓΟΣ Γ., Chapter 36
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 36.13
Not analysed yet
καὶ ὁ Πολύκαρπος δὲ τούτων αὐτῶν μέμνηται ἐν τῇ φερομένῃ αὐτοῦ πρὸς Φιλιππησίους ἐπιστολῇ, φάσκων αὐτοῖς ῥήμασι “παρακαλῶ “πάντας ὑμᾶς πειθαρχεῖν καὶ ἀσκεῖν πᾶσαν ὑπομο- ‘νὴν, ἣν εἴδετε κατ’ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖ “μακαρίοις Ἰγνατίῳ καὶ Ῥούφῳ καὶ Ζωσίμῳ, ἀλλα “καὶ ἐν ἄλλοις τοῖς ἐξ ὑμῶν, καὶ ἐν αὐτῷ Παύλφ “καὶ τοῖς λοιποῖς ἀποστόλοις, πεπεισμένους ὅτι οὗτο “πάντες οὐκ εἰς κενὸν ἔδραμον ,ἀλλ’ ἐν πίστει κα “δικαιοσύνῃ ,καὶ ὅτι εἰς τὸν ὀφειλόμενον αὐτοῖς το “πον εἰσὶ παρὰ κυρίῳ ,ᾧ καὶ συνέπαθον. οὐ γὰ “τὸν νῦν ἠγάπησαν αἰῶνα, ἀλλὰ τὸν ὑπὲρ ἡμῶν ἄπο “θανόντα καὶ δι’ ἡμᾶς ὑπὸ τοῦ θεοῦ ἀναστάντα.”