Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 39
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 39.1
Not analysed yet
[Nic. H. E. III, 20] Τοῦ δὲ Παπία συγγράμματα πέντε τὸν ἀριθμὸν φέρεται, ἃ καὶ ἐπιγέγραπται Λογίων κυριακῶν ἐξηγήσεις. τούτων καὶ Εἰρήναιος ὡς μόνων αὐτῷ γραφέντων μνημονεύει ὧδέ πως λέγων “ταῦτα δὲ καὶ Παπίας ὁ Ἰωάννου μὲν “ἀκουστὴς, Πολυκάρπου δὲ ἑταῖρος γεγονὼς, ἀρχαῖος “ἀνὴρ, ἐγγράφως ἐπιμαρτυρεῖ ἐν τῇ τετάρτῃ τῶν “ἑαυτοῦ βίβλων. ἔστι γὰρ αὐτῷ πέντε βιβλία συν- “τεταγμἐνα.’’ καὶ ὁ μὲν Εἰρήναιος ταῦτα.