Ancient Greek · ~3 min
39.2 to 39.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 39.2-3
Not analysed yet
αὐτός γε μὴν ὁ Παπίας κατὰ τὸ προοίμιον τῶν αὐτοῦ λόγων ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει δι’ ὧν φησι λέξεων· “οὐκ ὀκνήσω δέ σοι “καὶ ὅσα ποτὲ παρὰ τῶν πρεσβυτέρων καλῶς ἔμαθον “καὶ καλῶς ἐμνημόνευσα συντάξαι ταῖς ἑρμηνείαις, “διαβεβαιούμενος ὑπὲρ αὐτῶν ἀλήθειαν. οὐ γὰρ τοῖς “τὰ πολλὰ λέγουσιν ἔχαιρον ὥσπερ οἱ πολλοὶ ,ἀλλὰ “τοῖς τἀληθῆ διδάσκουσιν ,οὐδὲ τοῖς τὰς ἀλλοτρίας “ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ “κυρίου τῇ πίστει δεδομένας καὶ ἀπ’ αὐτῆς παραγινο- “μένας τῆς ἀληθείας.