Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 39
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 39.15
Not analysed yet
“καὶ τοῦτο ὁ πρεσβύτερος ἔλεγε “Μάρκος μὲν ἑρμηνευτὴς Πέτρου γενόμενος, ὅσα ἐμνη- “μόνευσεν ἀκριβῶς ἔγραψεν, οὐ μέντοι τάξει, τὰ ὑπο “τοῦ Χριστοῦ ἢ λεχθέντα ἢ πραχθέντα. οὔτε γὰρ “ἤκουσε τοο͂ κυρίου οὔτε παρηκολούθησεν αὐτῷ, “ὕστερον δὲ, ὡς ἔφην, Πέτρῳ, ὃς πρὸς τἀς χρείας ἐποι- ’’εἷτο τὰς διδασκαλίας, ἀλλ’ οὐχ ὥσπερ σύνταξιν τῶν “κυριακῶν ποιούμενος λόγων, ὥστε οὐδὲν ἥμαρτε “Μάρκος, οὕτως ἔνια γράψας ὡς ἀπεμνημόνευσεν. "ἑνὸς γὰρ ἐποιήσατο πρόνοιαν, τοῦ μηδὲν ὧν ἤκουσε "παραλιπεῖν, ἢ ψεύσασθαί τι ἐν αὐτοῖς.” ταῦτα οὑν ἱστόρηται τῷ Παπίᾳ περὶ τοῦ Μάρκου.