Ancient Greek · ~2 min
39.16 to 39.17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 39.16-17
Not analysed yet
περὶ δὲ τοῦ Ματθαίου ταῦτ’ εἴρηται “Ματθαῖος μὲν “Ἑβραίδι διαλέκτῳ τὰ λόγια συνεγράψατο ,ἡρμή- “νεῦσε δ’ αὐτὰ ὡς ἦν δυνατὸς ἔκαστος.’’ κέχρηται δ’ αὐτὸς μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου προτέρας ἐπιστολῆς καὶ ἀπὸ τῆς Πέτρου ὁμοίως. ἐκτέθειται δὲ καὶ ἄλλην ἱστορίαν περὶ γυναικὸς ἐπὶ πολλαῖ ἁμαρτίαις διαβληθείσης ἐπὶ τοῦ κυρίου ,ἣν τὸ κατ Ἑβραίους εὐαγγἐλιον περιέχει. καὶ ταῦτα δ’ ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιτετηρήσθω.