Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 39
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 39.4
Not analysed yet
εἰ δέ που καὶ “κώς τις τοῖς πρεσβυτέροις ἔλθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λόγους· τί᾿ ἢ τί Πέτρος εἶπεν ἢ τί Φίλιππος ἢ τί Θωμᾶς ἢ Ἰάκωβος ἢ τί Ἰωάννης “ἢ Ματθαῖος ἤ τις ἕτερος τῶν τοῦ κυρίου μαθητῶν, “ἅ τε Ἀριστίων καὶ ὁ πρεσβύτερος Ἰωάννης οἱ τοῦ “κυρίου μαθηταὶ λέγουσιν. οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων “τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον ὅσον τὰ “ζώσης φωνῆς καὶ μενούσης.’’