Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.1-2
Not analysed yet
[Nic. H. E. II, 9] Τιβέριος μὲν οὖν ἀμφὶ τὰ δύο καὶ εἴκοσι βασιλεύσας ἔτη τελευτᾷ, μετὰ δὲ τοῦτον Γάϊος τὴν ἡγεμονίαν παραλαβὼν αὐτίκα τῆς Ἰουδαίων ἀρχῆς Ἀγρίππᾳ τὸ διάδημα περιτίθησιν, βασιλέα καταστήσας αὐτὸν τῆς τεΦιλίππου καὶ τῆς Λυσα- νίου τετραρχίας ,πρὸς αἷς μετ’ οὐ πολὺν αὐτῷ χρόνον καὶ τὴν Ἡρώδου τετραρχίαν παραδίδωσιν, ἀιδίῳ φυγῇ τὸν Ἡρώδην οὗτος δ’ ἦν ὁ κατὰ τὸ πάθος τοῦ σωτῆρος) σὺν καὶ τῇ γυναικὶ Ἡρωδιάδι πλείστων ἕνεκα ζημιώσας αἰτιῶν. μάρτυς Ἰώσηπος καὶ τούτων.