Ancient Greek · ~2 min
4.2 to 4.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 4.2-2-3
Not analysed yet
κατὰ δὴ τοῦτον Φίλων ἐγνωρίζετο, πλείστοις ἀνὴρ οὐ μόνον τῶν ἡμετέρων, ἀλλὰ καὶ τῶν ἀπὸ τῆς ἔξωθεν ὁρμωμένων παιδείας ἐπισημότατος. τὸ μὲν οὖν γένος ἀνέκαθεν Ἑβραῖος ἦν, τῶν δ’ ἐπ’ Ἀλεξανδρείας ἐν τέλει διαφανῶν οὐδενὸς χείρων. περὶ μὲν οὑν τὰ θεῖα καὶ πάτρια μαθήματα ὅσον τε καὶ ὁπηλίκον εἰσενήνεκται πόνον ἔργῳ πᾶσι δῆλος· καὶ περὶ τὰ φιλόσοφα δὲ καὶ ἐλευθέρια τῆς ἔξωθεν παιδείας οἶός τις ἦν οὐδὲν δεῖ λέγειν, ὅτε καὶ μάλιστα τὴν κατὰ Πλάτωνα καὶ Πυθαγόραν ἐζηλωκὼς ἀγωγὴν διενεγκεῖν ἅπαντας τοὺς καθ’ ἑαυτὸν ἱστορεῖται.