Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 40
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 40.2
Not analysed yet
ἀλλὰ καὶ πρότερον τοῦ κατὰ Δέκιον προτεθέντος “διωγμοῦ Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμ- “ψεν εἰς ἀναζήτησίν μου, κἀγὼ μὲν τεσσάρων ἡμε- “ρῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν τοὐ φρου- “μενταρίου προσδοκῶν. ὁ δὲ πάντα μὲν περιῆλθεν “ἀνερευνῶν, τοὺς ποταμοὺς, τὰς ὁδοὺς, τοὺς ἀγροὺς, “ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν, ἀορασίᾳ δὲ εἴχετο, μὴ εὑρίσκων τὴν οἰκίαν· οὐ γὰρ ἐπίστευ- “σεν οἴκοι με διωκόμενον ἔχειν.