Ancient Greek · ~6 min
40.3 to 40.7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 40.3-7
Not analysed yet
καὶ μόλις μετὰ τὴν τετάρτην ἡμέραν κελεύσαντός μοι μεταστῆναι “τοῦ θεοῦ καὶ παραδόξως ὁδοποιήσαντος ἐγώ τε “οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελφῶν ἅμα “θομεν. καὶ ὅτι τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐκεῖνο “γέγονε τὰ ἐξῆς ἐδήλωσεν, ἐν οἷς τάχα τισὶ γεγόναμεν χρήσιμοι.” εἶτά τινα μεταξὺ εἰπὼν τὰ μετὰ τὴν φυγὴν αὐτῷ συμβεβηκότα δηλοῖ, ταῦτα ἐπιφέρων “ἐγὼ μὲν γὰρ περὶ ἡλίου δυσμὰς ἅμα τοῖς “σὺν ἐμοὶ γενόμενος ὑπὸ τοῖς στρατιώταις εἰς Ταπό- “σιριν ἤχθην, ὁ δὲ Τιμόθεος κατὰ τὴν τοῦ θεοῦ “πρόνοιαν ἔτυχε μὴ παρὼν μηδὲ καταληφθείς. ἐλθὼν “δὲ ὕστερον ηὗρε τὸν οἶκον ἔρημον, καὶ φρουροῦν- “τας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους.” καὶ μεθ’ ἕτερά φησι “καὶ τίς ὁ τῆς θαυμασίας ‘οἰκονομίας αὐτοῦ τρόπος; τὰ γὰρ ἀληθῆ λεχθήσεται. ‘ἀπηντᾶτό τις τῶν χωρικῶν ὑποφεύγοντι τῷ Τιμο- ‘θέῳ καὶ τεταραγμένῳ, καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο. ὁ δὲ τἀληθὲς ἐξεῖπε, κἀκεῖνος ἀκούσας ἀπῄει δὲ εὐωχησόμενος γάμους· διαπαννυχίζειν ‘γὰρ αὐτοῖς ἐν ταῖς τοιαύταις συνόδοις ἔθος) εἰσελ- “θὼν ἀπήγγειλε τοῖς κατακειμένοις· οἶ δὲ ὁρμῇ καθάπερ ἀπὸ συνθήματος πάντες ἐξανέστησαν, καὶ δρόμῳ φερόμενοι τάχιστα ἧκον, ἐπεισπεσόντες τε ἡμῖν ἠλάλαξαν, καὶ φυγῆς εὐθέως τῶν φρουρούντων ἡμὰς στρατιωτῶν γενομένης ἐπέστησαν ἡμῖν, ὡς εἴχομεν ἐπὶ τῶν ἀστρώτων σκιμπόδων κατακείμενοι. κἀγὼ μὲν, οἶδεν ὁ θεὸς, ὡς λῃστὰς εἶναι “πρότερον ἡγούμενος ἐπὶ σύλησιν καὶ ἁρπαγὴν “κομένους, μένων ἐπὶ τῆς εὐνῆς, ἧς ἤμην γυμνὸς ἐν “τῷ λινῷ ἐσθήματι, τὴν δὲ λοιπὴν ἐσθῆτα “μένην αὐτοῖς ὤρεγον, οἱ δὲ ἐξανίστασθαί τε ἐκέλευον καὶ τὴν ταχίστην ἐξιέναι.