Ancient Greek · ~3 min
41.12 to 41.14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 41.12-14
Not analysed yet
οἱ δέ τινες ἑτοι- “μότερον τοῖς βωμοῖς προσέτρεχον, ἰσχυριζόμενοι τῇ “θρασύτητι τὸ μηδὲ πρότερον Χριστιανοὶ γεγονέναι, “περὶ ὧν ἡ τοῦ κορίου πρόρρησις ἀληθεστάτη, ὅτι “δυσκόλως σωθήσονται· τῶν δὲ λοιπῶν οἱ μὲν εἵποντο “τούτοις ἑκατέροις, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο. “καὶ τούτων οἱ μὲν ἄχρι δεσμῶν καὶ φυλακῆς “χωρήσαντες, καί τινες καὶ πλείονας ἡμέρας καθειρ- “χθέντες, εἶτα καὶ πρὶν ἐπὶ δικαστήριον ἐλθεῖν, “ἐξωμόσαντο, οἱ δὲ καὶ βασάνοις ἐπὶ ποσὸν ἐγκαρ- “τερήσαντες πρὸς τὸ ἑξῆς ἀπεῖπον. οἱ δὲ στερροὶ “καὶ μακάριοι στῦλοι τοῦ κυρίου, κραταιωθέντες ὑπ᾿ “αὐτοῦ, καὶ τῆς ἰσχυρὰς ἐν ἑαυτοῖς πίστεως ἀξίαν “καὶ ἀνάλογον δύναμιν καὶ καρτερίαν λαβόντες, “θαυμαστοὶ γεγόνασιν αὐτοῦ τῆς βασιλείας μάρτυρες. “