Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 41
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 41.15
Not analysed yet
ὧν πρῶτος Ἰουλιανὸς, ἄνθρωπος ποδαγρὸς, μὴ “στῆναι, μὴ βαδίσαι δυνάμενος, σὺν ἑτέροις δύο τοῖς “φέρουσιν αὐτὸν προσήχθη, ὧν ὁ μὲν ἕτερος εὐθὺς “ἠρνήσατο, ὁ δ᾿ ἕτερος, Κρονίων ὀνόματι, ἐπίκλην “δὲ Εὔνους, καὶ αὐτὸς ὁ πρεσβύτης Ἰουλιανὸς, ὁμο- “λογήσαντες τὸν κύριον, διὰ πάσης τῆς πόλεως μεγί- “στης οὔσης, ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ “μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ πυρὶ, περι- “κεχυμένου τοῦ δήμου παντὸς, κατεκάησαν.