Ancient Greek · ~6 min
41.19 to 41.23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 41.19-23
Not analysed yet
Ἥρων δὲ καὶ Ἀτὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι καὶ “σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαέτης ὁ Διόσ- ‘κορος παρεδόθησαν· καὶ πρῶτον τὸ ‘λόγοις τε ἀπατᾶν ὡς εὐπαράγωγον, καὶ “καταναγκάζειν ὡς εὐένδοτον πειρωμένου, οὔτε ἐπείσθη οὔτε εἶξεν ὁ Διοσκόρος. τοὺς δὲ λοιποὺς “ἀγριώτατα καταξήνας, ἐγκαρτερήσαντας πυρὶ καὶ ‘τούτους παραδέδωκε, τὸν δὲ Διόσκορον ἐλλαμπρυνάμενόν τε δημοσίᾳ, καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινάμενον θαυμάσας παρῆκεν, ὑπέρθεσιν φήσας εἰς μετάνοιαν αὐτῷ διὰ τὴν ἡλικίαν “ἐπιμετρεῖν. καὶ νῦν ὁ θεοπρεπέστατος σὺν ἡμῖν “ἐστι Διοσκόρος, εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον μείνας τὸν ἆθλον. Νεμεσίων δέ τις, κἀκεῖνος Αἰγύπτιος, ἐσυκοφαντήθη μὲν ὡς δὴ σύνοικος λῃστῶκ, ἀπολυσάμενος δὲ ταύτην παρὰ τῷ “ἑκατοντάρχῳ τὴν ἀλλοτριωτάτην κατ’ αὐτοῦ διαβολὴν, καταμηνυθεὶς ὡς Χριστιανὸς ἧκε δεσμώτης “ἐπὶ τὸν ἡγούμενον. ὁ δὲ ἀδικώτατος διπλαῖς αὐτὸν “ἢ τοὺς λῃστὰς ταῖς τε βασάνοις καὶ ταῖς μάστιξι “λυμηνάμενος, μεταξὺ τῶν λῃστῶν κατέφλεξε, τιμη- “θέντα τὸν μακάριον τῷ τοῦ Χριστοῦ παραδείγματι. “ἀθρόον δέ τι σύνταγμα στρατιωτικὸν, Ἄμμων “καὶ Ζήνων καὶ Πτολεμαῖος καὶ Ἰγγένης, καὶ σὺν “αὐτοῖς πρεσβύτης Θεόφιλος, εἱστήκεισαν πρὸ τοῦ “δικαστηρίου· κρινομένου δή τινος ὡς Χριστιανοῦ ‘καὶ πρὸς ἄρνησιν ἤδη ῥέποντος ἐπρίοντο οὗτοι “παρεστηκότες, καὶ τοῖς τε προσώποις ἐνένευον, καὶ “τὰς χεῖρας ἀνέτεινον, καὶ συνεσχηματίζοντο τοῖς σώμασιν. ἐπιστροφῆς δὲ πάντων πρὸς αὐτοὺς γενομένης, πρίν τινας αὐτῶν ἄλλους λαβέσθαι, “φθάσαντες ἐπὶ τὸ βάθρον ἀνέδραμον, εἶναι Χρι- “στιανοὶ λέγοντες, ὡς τόν τε ἡγεμόνα καὶ τοὺς συνέδρους ἐμφόβους γενέσθαι, καὶ τοὺς μὲν κρινομένους “εὐθαρσεστάτους ἐφ’ οἶς πείσονται φαίνεσθαι, “δὲ δικάζοντας ἀποδειλιᾶν. καὶ οὗτοι μὲν ἐκ δικα- ‘στηρίων ἐνεπόμπευσαν καὶ ἠγαλλιάσαντο τῇ μαρ- “τυρίᾳ, θριαμβεύοντος αὐτοὺς ἐνδόξως τοὐ θεοῦ.”