Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 41
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 41.18
Not analysed yet
καὶ σὺν αὐτοῖς γυναῖκες τέσσαρες· “Ἀμμωνάριόν τε ἁγία παρθένος, πάνυ φιλονείκως “αὐτὴν ἐπὶ πλεῖστον τοῦ δικαστοῦ βασανίσαντος, “ἅτε προαποφηναμένην ὅτι μηδὲν ὧν ἐκεῖνος “φθέγξαιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· “αἱ δὲ λοιπαὶ, ἡ σεμνοτάτη πρεσβῦτις Μερκουρία, “καὶ ἡ πολύπαις μὲν, οὐχ ὑπὲρ τὸν κύριον δὲ ‘πήσασα ἑαυτῆς τὰ τέκνα Διονυσία, καταιδεσθέντος “εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἡγεμόνος, σιδήρῳ τεθνᾶσι, μηκέτι “βασάνων πεῖραν λαβοῦσαι· τὰς γὰρ ὑπὲρ πασῶν “ἡ πρόμαχος Ἀμμωνάριον ἀναδέδεκτο