Ancient Greek · ~7 min
41.2 to 41.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 41.2-8
Not analysed yet
οἱ δὲ ἐρεθισθέντες ὑπ’ αὐτοῦ, καὶ πάσης ἐξουσίας εἰς ἀνοσιουργίαν λαβό- “μενοι, μόνην εὐσέβειαν τὴν θρησκείαν τῶν “ταύτην ὑπέλαβον, τὸ καθ’ ἡμῶν φονᾶν. “πρῶτον μὲν οὑν πρεσβύτην Μητρᾶν ὀνόματι συναρπάσαντες, καὶ κελεύσαντες ἄθεα λέγειν ῥή- “ματα, μὴ πειθόμενον, ξύλοις τε παίοντες τὸ σῶμα, ‘καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον καὶ τοὺς ὀφθαλ- “μοὺς κεντοῦντες, ἀγαγόντες εἰς τὸ προάστειον “λιθοβόλησαν. ἔπειτα πιστὴν γυναῖκα Κοΐνταν “καλουμένην ἐπὶ τὸ εἰδωλεῖον ἀγαγόντες “προσκυνεῖν· ἀποστρεφομένην δὲ καὶ βδελυττομένην “ἐκδήσαντες τῶν ποδῶν, διὰ πάσης τῆς πόλεως κατὰ “τοῦ τραχέος λιθοστρώτου σύροντες, προσαρασσομέ- “νην τοῖς μυλιαίοις λίθοις ἅμα καὶ μαστιγοῦντες, ἐπὶ τὸν αὐτὸν ἀγαγόντες κατέλευσαν τόπον. εἶθ’ ὁμοθυμαδὸν ἅπαντες ὥρμησαν ἐπὶ τὰς τῶν θεοσε- “βῶν οἰκίας, καὶ οὓς ἐγνώριζον ἕκαστοι “ἐπισπεύδοντες ἦγον, ἐσύλων τε καὶ διήρπαζον, τὰ ‘μὲν τιμιώτερα τῶν κειμηλίων νοσφιζόμενοι, τὰ δὲ “εὐτελέστερα καὶ ὅσα ἐκ ξύλων πεποίητο, διαρριπτοῦντες καὶ κατακαίοντες ἐν ταῖς ὁδοῖς ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. ἐξέκλινον δὲ καὶ ὑπανεχώρουν οἱ ἀδελφοὶ, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων, ὁμοίως ἐκείνοις οἷς καὶ Παῦλος ἐμαρτύρησε, μετὰ χαρᾶς προσεδέξαντο. καὶ οὐκ οἶδ’ εἴ τις, πλὴν εἰ μή πού τις εἶς ἐμπεσὼν, μέχρι γε τούτου τὸν κύριον ἠρνήσατο. ἀλλὰ καὶ τὴν “θαυμασιωτάτην τότε παρθένον πρεσβῦτιν Ἀπολλωνίαν διαλαβόντες, τοὺς μὲν ὀδόντας ἅπαντας, κόπτοντες τὰς σιαγόνας, ἐξήλασαν, πυρὰν δὲ νήσαν- “τες πρὸ τῆς πόλεως ζῶσαν ἠπείλουν κατακαύσειν, “εἰ μὴ συνεκφωνήσειεν αὐτοῖς τὰ τῆς ἀσεβείας “κηρύγματα. ἡ δὲ ὑποπαραιτησαμένη βραχὺ καὶ “ἀνεθεῖσα συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ καὶ “καταπέφλεκται. Σαραπίωνά τε καταλαβόντες “ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι, καὶ πάντα “τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ “κατέρριψαν. οὐδεμία δὲ ὁδὸς, οὐ λεωφόρος, οὐ στε- “νωπὸς ἡμῖν βάσιμος ἦν, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέ- “ραν, ἀεὶ καὶ πανταχοῦ πάντων κεκραγότων, εἰ μὴ “τὰ δύσφημά τις ἀνυμνοίη ῥήματα, τοῦτον δεῖν σύρεσθαί τε καὶ πίμπρασθαι.