Ancient Greek · ~2 min
41.9 to 41.10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 41.9-10
Not analysed yet
καὶ ταῦτα “ἐπὶ πολὺ μὲν ἤκμασε τοῦτον τὸν τρόπον, διαδεξα- “μένη δὲ τοὺς ἀθλίους ἡ στάσις καὶ ὁ πόλεμος ὁ ἐμφύλιος τὴν καθ’ ἡμῶν ὠμότητα πρὸς ἀλλήλους ‘αὐτῶν ἔτρεψε. καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, “ἀσχολίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων, εὐθέως δὲ ἡ τῆς βασιλείας ἐκείνης τῆς εὐμενεστέρας ἡμῖν “μεταβολὴ διήγγελται, καὶ πολὺς ὁ τῆς ἐφ’ ἡμὰς ‘ἀπειλῆς φόβος ἀνετείνετο. καὶ δὴ καὶ παρῆν “τὸ πρόσταγμα, αὐτοσχεδὸν ἐκεῖνο οἷον τὸ ὑπὸ τοῦ κυρίου ἀποφαῖνον τὸ φοβερώτατον, ὡς, εἰ δυνατὸν, σκανδαλίσαι καὶ τοὺς ἐκλεκτούς. “