Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 42
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 42.6
Not analysed yet
τί οὖν ἡμῖν, ἀδελφοὶ, “περὶ τούτων συμβουλεύετε; τί ἡμῖν πρακτέον; σύμ- “ψηφοι καὶ ὁμογνώμονες αὐτοῖς καταστῶμεν, καὶ κρίσιν αὐτῶν καὶ τὴν χάριν φυλάξωμεν, καὶ τοῖς ἐλεηθεῖσιν ὑπ’ αὐτῶν χρηστευσώμεθα, ἢ τὴν κρίσιν “αὐτῶν ἄδικον ποιησώμεθα, καὶ δοκιμαστὰς αὐτοὺς “τῆς ἐκείνων γνώμης ἐπιστήσωμεν, καὶ τὴν χρηστότητα λυπήσωμεν, καὶ τὴν τάξιν ἀνασκευάσωμεν; ταῦτα δὲ εἰκότως ὁ Διονύσιος παρατέθειται, τὸν περὶ τῶν ἐξησθενηκότων κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν ἀνακινῶν λόγον.