Ancient Greek · ~1 min
ΛΟΓΟΣ ς., Chapter 43
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 43.1
Not analysed yet
[Nic. H. E. VI, 5] Ἐπειδήπερ τῇ κατὰ τούτων ἀρθεὶς ὑπερηφανίᾳ Νοουάτος, τῆς Ῥωμαίων ἐκκλησίας πρεσβύτερος, ὡς μηκέτ’ οὔσης αὐτοῖς σωτηρίας ἐλπίδος, μηδ’ εἰ πάντα τὰ εἰς ἐπιστροφὴν γνησίαν καὶ καθαρὰν ἐξομολόγησιν ἐπιτελοῖεν, ἰδίας αἱρέσεως τῶν κατὰ λογισμοῦ φυσίωσιν Καθαροὺς ἑαυτοὺς ἀποφηνάντων ἀρχηγὸς καθίσταται.