Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 43
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 43.17
Not analysed yet
ὑπερβὰς δ’ ὀλίγα τούτοις πάλιν ἐπιφέρει λέγων ‟καταλιπὼν ‟γὰρ ὁ λαμπρὸς οὗτος τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἐν ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ ‟χάριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρα εἰς “πρεσβυτερίου κλῆρον, ὃς διακωλυόμενος ὑπὸ παντὸς ‟τοῦ κλήρου, ἀλλὰ καὶ λαικῶν πολλῶν, ἐπεὶ μὴ ἐξὸν ‟ἦν τὸν ἐπὶ κλίνης διὰ νόσον περιχυθέντα, ὥσπερ ‟καὶ οὗτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτῷ τοῦτον μόνον χειροτονῆσαι.”