Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 43
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 43.3
Not analysed yet
ἦλθον δ’ οὖν εἰς ἡμᾶς ἐπιστολαὶ Κορνηλίου Ῥωμαίων ἐπισκόπου πρὸς τὸν τῆς Ἀντιοχέων ἐκκλησίας Φάβιον, δηλοῦσαι τὰ περὶ τῆς Ῥωμαίων συνόδου καὶ τὰ δόξαντα πᾶσι τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Ἀφρικὴν καὶ τὰς αὐτόθι χώρας· καὶ ἄλλαι πάλιν Ῥωμαϊκῇ φωνῇ συντεταγμέναι Κυπριανοῦ καὶ τῶν ἅμ’ αὐτῷ κατὰ τὴν Ἀφρικὴν, δι’ ὧν τὸ καὶ αὐτοὺς συνευδοκεῖν τῷ δεῖν τυγχάνειν ἐπικουρίας τοὺς πεπειρασμένους ἐφαίνετο, καὶ τῷ χρῆναι εὐλόγως τῆς καθολικῆς ἐκκλησίας ἐκκήρυκτον ποιήσασθαι τὸν τῆς αἱρέσεως ἀρχηγὸν, πάντας τε ὁμοίως τοὺς συναπαγομένους αὐτῷ.