Ancient Greek
43.4 to 43.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 43.4-5
Not analysed yet
ταύταις ἄλλη τις ἐπιστολὴ συνῆπτο τοῦ Κορνηλίου περὶ τῶν κατὰ τὴν σύνοδον ἀρεσάντων, καὶ πάλιν ἑτέρ(??) περὶ τῶν κατὰ Νοουάτον πραχθέντων, ἀφ’ ἧς καὶ μέρη παραθέσθαι οὐδὲν ἂν κωλύοι, ὅπως εἰδεῖεν τὰ κατ’ αὐτὸν οἱ τῇδε ἐντυγχάνοντες τῇ γραφῆ. τὸν δὴ οὖν Φάβιον ἀναδιδάσκων ὁποῖός τις ὁ Νοουάτος ἐγεγόνει τὸν τρόπον αὐτὰ δὴ ταῦτα γράφει ὁ Κορνήλιος “ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος “ἐπισκοπῆς ὁ θαυμάσιος οὗτος καὶ κρύπτων ἑ “ἑαυτῷ τὴν προπετῆ ταύτην αὐτοῦ ἐπιθυμίαν ἐλάν- “θανεν, ἐπικαλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ ἀρχὰς σὺν αὐτῷ τοὺς ὁμολογητὰς ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι.