Ancient Greek · ~3 min
ΛΟΓΟΣ ς., Chapter 43
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 43.6
Not analysed yet
Μάξιμος, πρεσβύτερος “τῶν παρ’ ἡμῖν, καὶ Οὐρβανὸς, δὶς τὴν ἐξ ὁμολογίας “δόξαν ἀρίστην καρπωσάμενοι, Σιδώνιός τε καὶ Κε- “λερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ θεοῦ “ἔλεον καρτερικώτατα διενέγκας, καὶ τῇ ῥώμῃ τῆς “αὐτοῦ πίστεως τὸ ἀσθενὲς τῆς σαρκὸς ἐπιρρώσας, “κατὰ κράτος νενίκηκε τὸν ἀντικείμενον —οὗτοι δὴ “οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν, καὶ καταφω- “ράσαντες τὴν ἐν αὐτῷ πανουργίαν τε καὶ παλιμβο- “λίαν, τάς τε ἐπιορκίας καὶ ψευδολογίας, καὶ τὴν “ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν, ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἅπαντα αὐτοῦ τὰ τεχνά- “σματα καὶ πονηρεύματα, ἃ ἐκ πολλοῦ ἔχων ἐν ἑαυτῷ “ὑπεστέλλετο, παρόντων ἱκανῶν τοῦτο μὲν ἐπισκό- “πων, τοῦτο δὲ πρεσβυτέρων καὶ λαικόν ἀνδρῶν ‘παμπόλλων, ἐξήγγειλαν ἀποδυρόμενοι καὶ μεταγι- “νώσκοντες ἐφ’ οἷς πεισθέντες τῷ δολερῷ καὶ κα- “κοήθει θηρίῳ πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας “ἀπελείφθησαν.”