Ancient Greek · ~2 min
46.1 to 46.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 46.1-2
Not analysed yet
[Nic. H. E. VI, 6] Γράφει δὲ καὶ τοῖς κατ᾿ Αἴγυπτον ἐπιστολὴν περὶ μετανοίας, ἐν ᾗ τὰ δόξαντα αὐτῷ περὶ τῶν ὑποπεπτωκότων παρατέθειται, τάξεις παραπτωμάτων διαγράψας. κ· αὶ πρὸς Κόνωνα τῆς Ερμουπολιτῶν δὲ παροικίας ἐπίσκοπος ἦν οὗτος) ἰδία τις περὶ μετανοίας αὐτοῦ φέρεται γραφὴ, καὶ ἄλλη ἐπιστρεπτικὴ πρὸς τὸ κατ’ Ἀλεξάνδρειαν ποίμνιον αὐτοῦ. ἐν τούτοις ἐστὶ καὶ ἡ περὶ μαρτυρίου πρὸς τὸν Ὠριγένην γραφεῖσα, καὶ τοῖς κατὰ Λαοδίκειαν ἀδελφοῖς, ὧν προί· στατο Θηλυμίδρης ἐπίσκοπος. καὶ τοῖς κατὰ Ἀρμενίαν ὡσαύτως περὶ μετανοίας ἐπιστέλλει, ὧν ἐπεσκόπευε Μερουζάνης.