Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 46
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 46.3
Not analysed yet
πρὸς ἅπασι τούτοις καὶ Κορνηλίῳ τῷ κατὰ Ῥώμην γράφει, δεξάμενος αὐτοῦ τὴν κατὰ τοῦ Νοουάτου ἐπιστολὴν, ᾧ καὶ σημαίνει δηλῶν ἑαυτὸν παρακεκλῆσθαι ὑπό τε Ἑλένου τοῦ ἐν Ταρσῷ τῆς Κιλικίας ἐπισκόπου καὶ τῶν λοιπόν τῶν σὺν αὐτῷ, Φιρμιλλιανοῦ τε τοῦ ἐν Καππαδοκίᾳ καὶ τοὺ κατὰ Παλαιστίνην Θεοκτίστου, ὡς ἂν ἐπὶ τὴν σύνοδον ἀπαντήσοι τὴν κατὰ Ἀντιόχειαν, ἔνθα τοῦ Νοουάτου κρατύνειν τινὲς ἐπεχείρουν τὸ σχίσμα.