Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.2
Not analysed yet
ἦν δὴ οὖν τοῦτο δεύτερον καὶ τεσσαρακοστὸν ἔτος τῆς Αὐγούστου βασιλείας, Αἰγύπτου δ’ ὑποταγῆς καὶ τελευτῆς Ἀντωνίου καὶ Κλεοπάτρας, ,εἰς ἣν ὑστάτην ἡ κατ’ Αἴγυπτον τῶν Πτολεμαίων κατέληξε δυναστεία, ὄγδοον ἔτος καὶ εἰκοστὸν ,ὁπηωίκα ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ἐπὶ τῆς τότε ἀπογραφῆς πρώτης, ἡγεμονεύοντος Κυρινίου τῆς Συρίας, ἀκολούθως ταῖς περὶ αὐτοῦ προφητείαις, ἐν Βηθλεὲμ γεννᾶται τῆς Ἰουδαίας.