Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.3
Not analysed yet
ταύτης δὲ τῆς κατὰ Κυρίνιον ἀπογραφῆς καὶ ὁ τῶν παρ’ Ἐβραίοις ἐπισημότατος ἱστορικόν Θλαύιος Ἰώσηπος μνημονεύει, καὶ ἄλλην ἐπισυνάπτων ἱστορίαν περὶ τῆς τῶν Γαλιλαίων κατὰ τοὺς αὐτοὺς ἐπιφυείσης χρόνους αἱρέσεως, ἧς καὶ παρ’ ἡμῖν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι μνήμην ὧδἐπως λέγων πεποίηται “μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς ,καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ ,κἀκεῖ- νος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ διεσκορπίσθησαν.”