Ancient Greek · ~8 min
5.2 to 5.7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.2-2-7
Not analysed yet
μέμνηται δὲ καὶ τούτων ὁ Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας, κατὰ λέξιν ταῦτα γράφων “καὶ δὴ στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης Ἰουδαίων τε, οἳ ἐνοικοῦσι, “καὶ Ἑλλήνων τρεῖς ἀφ’ ἑκατέρας τῆς στάσεως πρεσβευταὶ “αἱρεθέντες παρῆσαν πρὸς τὸν Γάϊον. καὶ “ἦν γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς “εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν, ἄλλα τε “λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν· πάντων γοῦν, ὅσοι τῇ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν, βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἱδρυμένων, τά τε ἄλλα “ἐν πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, μόνους τούσδε ἄδοξον ἡγεῖσθαι ἀνδριᾶσι τιμᾶν καὶ “ὄρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι. πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος ,ὑφ’ ὦν ἀρθῆναι ἤλπιζε τὸν Γάϊον καὶ εἰκὸς ἦν, Φίλων ὁ προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος, Ἀλεξάνδρου τε τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν, καὶ φιλο- “σοφίας οὐκ ἄπειρος, οἷός τε ἦν ἐκ ἀπολογίᾳ χωρεῖν “τῶν κατηγορημένων. διακλείει δ’ αὐτὸν Γάϊος, “κελεύσας ἐκποδὼν ἀπελθεῖν, περιοργής τε ὢν φα- “νερὸς ἦν ἐργασόμενός τι δεινὸν αὐτούς. ὁ δὲ Φίλων “ἔξεισι περιυβρισμένος, καί φησι πρὸς τοὺς Ἴου δαί- “ους, οἱ περὶ αὐτὸν ἦσαν, ὡς χρὴ θαρρεῖν, Γαΐοτ “λόγῳ μὲν αὐτοῖς ὠργισμένου ,ἔργῳ δὲ ἤδη τὸν θεὸν “ἀντιπαρεξάγοντος.” ταῦτα ὁ Ἰώσηπος. καὶ αὐτὸς δὲ ὁ Φίλων ἐν ἡ συνέγραψε πρεσβείᾳ τὰ κατὰ μέρος ἀκριβῶς τῶν τότε πραχθέντων αὐτῷ δηλοῖ, ὦν τὰ πλεῖστα παρεὶς ἐκεῖνα μόνα παραθήσομαι, δι’ ὧν τοῖς ἐντυγχάνουσι προφανὴς γενήσεται δήλωσις τῶν ἅμα τε καὶ οὐκ εἰς μακρὸν τῶν κατὰ τοῦ Χριστοῦ τετολμημένων ἕνεκεν Ἰουδαίοις συμβεβηκότων. πρῶτον δὴ οὖν κατὰ Τιβέριον ἐπὶ μὲν τῆς Ῥωμαίων μ’ πόλεως ἱστορεῖ Σηιανὸν, τῶν τότε παρὰ βασιλεῖ τὰ μέγιστα δυνάμενον, ἄρδην τὸ πᾶν ἔθνος ἀπολέσθαι σπουδὴν εἰσαγηοχέναι, ἐπὶ δὲ τῆς Ἰουδαίας Πιλᾶτον, καθ᾿ ὃν τὰ περὶ τὸν σωτῆρα τετόλμητο, περὶ τὸ ἐν Ἱεροσολύμοις ἔτι τότε συνεστὼς ἱερὸν ἐπιχειρήσαντά τι παρὰ τὸ Ἰουδαίοις ἐξὸν, τὰ μέγιστα αὐτοὺς ἀναταράξαι.