Ancient Greek
ΛΟΓΟΣ Β., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.1-2
Not analysed yet
[Nic, H. E. II, 9.] Καὶ δὴ τὰ κατὰ Γάϊον οὑτος Ἰουδαίοις συμβάντα πέντε βιβλίοις παραδίδωσιν, ὁμοῦ τὴν Γαίου διεξιὼν φρενοβλάβειαν ,ὡσὰν θεὸν ἑαυτὸν ἀναγορεύσαντος καὶ μυρία περὶ τὴν ἀρχὴν ἐνυβρίσαντος ,τάς τε κατ’ αὐτὸν Ἰουδαίων ταλαιπω- ρίας, καὶ ἣν αὐτὸς στειλάμενος ἐπὶ τῆς Ῥωμαίων πόλεως ὑπὲρ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν ὁμοεθνῶν ἐποιήσατο πρεσβείαν, καὶ ὅπως ἐπὶ τοῦ Γαίου καταστὰς ὑπὲρ τῶν πατρίων νόμων οὐδέν τι πλέον γέλωτος καὶ διασυρμῶν ἀπηνέγκατο ,μικροῦ δεῖν καὶ τὸν περὶ τῆς ζωῆς ἀνατλὰς κίνδυνον.