Ancient Greek
5.4 to 5.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5.4-6
Not analysed yet
τοῦτοις δ’ οὖν καὶ ὁ δεδηλωμένος ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας συνᾴδων ταῦτα παρατίθεται κατὰ λέξιν “Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ, τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι, τά τε ἄλλα ἀξιώματι μέγας ,σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους άπεσταλμένος, καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος. ”καὶ μετὰ βραχέα φησίν “Ἰούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γαμάλας, Σάδδοκον Φαρισαῖον προσλαβόμενος, ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες, καὶ τῆς ἐλευθερίας ἐπ’ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος. ”καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν ἱστοριῶν τοῦ Ἰουδαϊκοῦ πολέμου περὶ τοῦ αὐτοῦ ταῦτα γράφει “ἐπὶ τούτοις τις ἀνὴρ Γαλιλαῖος Ἰούδας “εἰς ἀποστασίαν ἐνῆγε τοὺς ἐπιχωρίους, “ζων, εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομένουσι καὶ “μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας.’ ταῦτα ὁ Ἰώσηπος.