Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.1-3
Not analysed yet
[Nic. H. E. ΙΙΙ, 6] Φέρε δὴ οὖν τῶν ἱστοριῶν τὴν πέμπτην τοῦ Ἰωσήπου μετὰ χεῖρας αὖθις ἀναλα- βὼν τῶν τότε πραχθέντων δίελθε τὴν τραγῳδίαν· τοῖς γε μὴν εὐπόροις’’ φησὶ “καὶ τὸ μένειν πρὸς “ἀπωλείας ἴσον ἦν. προφάσει γὰρ αὐτομολίας ἀνῃ- “ρεῖτό τις διὰ τὴν οὐσίαν. τῷ λιμῷ δὲ ἡ ἀπόνοια ‘τῶν στασιαστῶν συνήκμαζε, καὶ καθ’ ἡμέραν ἀμφό- ‘τερα προσεξεκάετο τὰ δεινά.