Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.2-3
Not analysed yet
φανερὸς μέν γε οὐ- “δάμου σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς “οἰκίας, ἔπειθ’ εὑρόντες μὲν ὡς ἀρνησαμένους ᾐκί- “ζοντο, μὴ εὑρόντες δὲ ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον. τεκμήριον δὲ τοῦ τ’ ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων ἦν, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν, οἶ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπ’ ἐν- δείας τεθνηξομένους αὐτίκα.