Ancient Greek · ~2 min
6.10 to 6.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.10-11
Not analysed yet
τοῖς δ’ ἐπὶ ‘Ρωμαίων φρουρὰν νύ- “κτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας ὑπαντῶντες, ὅτ’ ἤδη διαπεφευγέναι τοὺς “πολεμίους ἐδόκουν, ἀφήρπαζον τὰ κομισθέντα, καὶ “πολλάκις ἱκετευόντων, καὶ τὸ φρικτότατον ἐπικαλου- ‘μένων ὄνομα τοῦ θεοῦ, μεταδοῦναί τι μέρος αὐτοῖς ῾ὧν κινδυνεύσαντες ἤνεγκαν, οὐδ’ ὁτιοῦν μετέδοσαν. ‘ἀγαπητὸν δ’ ἦν τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον.” τούτοις δὲ μεθ’ ἕτερα ἐπιφέρει λέγων Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκόπη πᾶσα σωτη- “ρίας ἐλπίς. καὶ βαθύνας ἑαυτὸν ὁ λιμὸς κατ᾿ οἴκους “καὶ γενεὰς τὸν δῆμον ἐπεβόσκετο. καὶ τὰ μὲν τέγη ‘πεπλήρωτο γυναικῶν καὶ βρεφῶν λελυμένων, οἱ “στενωποὶ δὲ γερόντων νεκρῶν.